11
θʹ.Ἱπποκράτης ἐν τῷ περὶ τέχνης ὡρίσατο
12
τὴν ἰατρικὴν οὕτως καὶ πρώτως μὲν αὐτὴν νομίζων ἰατρικὴν
13
εἶναι τὸ δὴ πάμπαν ἀπαλλάσσειν τῶν νοσεόντων τοὺς
14
καμάτους καὶ τὸ τὰς σφοδρότητας τῶν νοσημάτων ἀμβλύνειν
15
καὶ τὸ μὴ ἐγχειρέειν τοῖσι κεκρατημένοισιν ὑπὸ τῶν
16
νοσημάτων εἰδότας ὅτι πάντα ταῦτα οὐ δύναται ἡ ἰατρικὴ
17
τέχνη ἐπανορθοῦσθαι. ἄλλως. ἰατρικὴ τέχνη ἐστὶ περὶ τὰ
18
ἀνθρώπων σώματα καταγινομένη ὑγιείας περιποιητική. ἄλλως. 19.351
1
ἰατρική ἐστι τέχνη πρόσθεσις καὶ ἀφαίρεσις. πρόσθεσις
2
μὲν τῶν ἐλλειπόντων, ἀφαίρεσις δὲ τῶν πλεοναζόντων.
3
ἄλλως κατὰ Ἡρόφιλον. ἰατρική ἐστι τέχνη ὑγιεινῶν
4
καὶ νοσερῶν καὶ οὐδετέρων. ἢ οὕτως. ἰατρικὴ τέχνη ἐστὶ
5
περιποιητικὴ ὑγιείας. οἱ δὲ πλείους οὕτως ὡρίσαντο. ἰατρική
6
ἐστι τέχνη διαιτητικὴ ὑγιαινόντων καὶ θεραπευτικὴ
7
νοσούντων.