Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.


14 ρνγʹ.Λοιμός ἐστι νόσημα ἐπὶ πάντας τοὺς πλείστους
15 παραγινόμενον ὑπὸ διαφθορᾶς ἀέρος, ὥστε τοὺς πλείστους
16 ἀπόλλυσθαι. φέρεται δὲ καὶ τοιοῦτός τις ὅρος. λοιμός
17 ἐστι κοινὸν  πάθος πλείστων ὑπὸ τὸν αὐτὸν 19.392
1 καιρὸν κατὰ πόλεις καὶ ἔθνη ὀξεῖς κινδύνους καὶ θανάτους
2 ἐπιφέρον. δυνατὸν καὶ οὕτως ὁρίσασθαι. λοιμός ἐστι τροπὴ
3 ἀέρος ὥστε μὴ τετηρηκέναι τὰς ὥρας τὴν ἰδίαν τάξιν μετὰ
4 τοῦ καὶ πολλοὺς ἀποθνήσκειν ὑπὸ τοῦ αὐτοῦ νοσήματος.