Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.


13 υξβʹ.Χυμὸς παρὰ μὲν Ἱπποκρατεῖ διὰ παντὸς ἐπὶ
14 τῶν κατὰ τὸ σῶμα τέτακται χυμῶν ἐξ ὧν ἐστιν ἡμῖν
15 σύστασις αἵματος, φλέγματος, χολῶν δύο ξανθῆς τε καὶ μελαίνης·
16 παρὰ δὲ Πλάτωνι καὶ Ἀριστοτέλει γευστὴ ποιότης 19.458
1 καὶ ἑκάστη τῶν ὄντων ἐν ἡμῖν χυμὸς ὀνομάζεται. εἰσὶ
2 δὲ ποιότητες ὀξύτης, αὐστηρότης, στρυφνότης, δριμύτης,
3 ἁλυκότης, γλυκύτης, πικρότης. οὕτω καὶ Μνησίθεος βούλεται
4 ἐν τῷ παθολογικῷ.