7
Ϟβʹ.Θρὶξ σῶμά ἐστι ξηρὸν καὶ ψυχρὸν καὶ ἀναίσθητον
8
πρὸς σκέπην καὶ κόσμον γεγενημένη. κατὰ πόσους τρόπους
9
ἐγένοντο αἱ τρίχες εἰς τὸν ἄνθρωπον; κατὰ δύο. αἱ
10
μὲν πρὸς κόσμον ἐν τῇ κεφαλῇ καὶ ἐν γενείοις· διὰ χρείαν
11
δὲ ἐν τοῖς βλεφάροις καὶ ἐν τοῖς ὀφρύσιν. διὰ τί ἐπὶ τῆς
12
κεφαλῆς φύονται πολλαὶ τρίχες; διά τε τὴν ξηρότητα τοῦ
13
δέρματος καὶ διὰ τὸ πλῆθος τῶν αἰθαλωδῶν περιττωμάτων
14
τῶν κάτωθεν ἄνω ἐς τούτους τόπους ἀναφερομένων. διὰ
15
τί ἐπὶ τῶν ἀκμαστικῶν ἡλικιῶν δασύτης ἐστὶ τριχῶν; διὰ
16
τὸ εἶναι πλῆθος περιττωμάτων καὶ πόρους μεγάλους καὶ
17
διὰ τὸ τούτων δέρμα μηδὲ λίαν ξηρότερον μηδὲ μαλακώτερον.
18
διὰ τί ἐπὶ τῶν παίδων ψιλότης ἐστὶ τριχῶν; διά τε 19.370
1
τὸ μὴ εἶναι πολλὰ αἰθαλώδη περιττώματα καὶ διὰ τὸ μὴ
2
εἶναι πόρους. κατὰ πόσους τρόπους γίνονται φαλακροὶ οἱ
3
ἄνθρωποι; κατὰ δύο. ἢ δι’ ἄκραν ξηρότητα ἢ δι’ ἄκραν
4
ὑγρότητα, ὥσπερ ἡ γῆ τὸν χορτὸν ἡ ἔχουσα πολὺ ὕδωρ
5
σήπει.