Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.


18 ρδʹ.Τέσσαρές εἰσιν ἡλικίαι, πρώτη μὲν τῶν νέων· 19.374
1 δευτέρα δὲ τῶν ἀκμαζόντων, καὶ τρίτη τῶν μέσων καὶ
2 τετάρτη τῶν γερόντων. οἱ νέοι μὲν θερμοὶ τὴν κρᾶσιν
3 καὶ ὑγροὶ καὶ τῷ ἔαρι παραπλήσιοι· οἱ δὲ ἀκμάζοντες θερμοὶ
4 καὶ ξηροὶ καὶ τὴν αὐτὴν κρᾶσιν τῷ θέρει προσκεκτημένοι.
5 οἱ μέσοι ψυχροὶ καὶ ξηροὶ εἰσὶ τῇ  κράσει
6 ὅμοιοι τῷ φθινοπώρῳ· οἱ δὲ γέροντες ψυχροὶ καὶ ὑγροὶ
7 καὶ τῷ χειμῶνι παραπλήσιοι. πλεονάζει τοῖς μὲν νέοις τὸ
8 αἷμα, τοῖς δὲ ἀκμάζουσι ξανθὴ χολὴ, τοῖς δὲ μέσοις
9 παρακμάζουσιν μέλαινα, τοῖς δὲ γέρουσι τὸ φλέγμα. ὅτι
10 τὸ ἔμφυτον θερμὸν πολὺ μὲν ἐν τοῖς νέοις, ἀκμάζον δὲ ἐν
11 τοῖς ἀκμάζουσι, μέσον δὲ ἐν τοῖς μέσοις, ὀλίγιστον δὲ ἐν
12 τοῖς γέρουσιν.