12
ρκγʹ.Φωνὴ ψόφος τίς ἐστιν ἔμψυχος. ἄλλως. φωνή
13
ἐστιν ἡ γινομένη καθ’ ὁρμὴν τοῦ ἡγεμονικοῦ ἐκτεινομένου
14
καὶ συνεκτείνοντος τὸ πνεῦμα τὸ διὰ φάρυγγος μέχρι τοῦ
15
πνεύμονός τε καὶ τοῦ στόματος καὶ τῆς γλώττης τούτων
16
διατυπτόντων τὸν πλησιάζοντα ἀέρα. ἄλλως. φωνή ἐστιν
17
ἀποτέλεσμα τοῦ ἐν ἡμῖν τεθησαυρισμένου πνεύματος διασειόμενον
18
διὰ τραχείας ἀρτηρίας καὶ εἰδοποιούμενον διὰ
19
γλώττης καὶ ἐπιγλωττίδος. ἄλλως. φωνή ἐστιν ἀπήχησις 19.381
1
πνεύματος κατὰ προαίρεσιν ἡμῶν γινομένη συστελλομένων
2
τῶν μεσοπλευρίων μυῶν καὶ προσκρουόντων τῇ τραχείᾳ ἀρτηρίᾳ,
3
λάρυγγι, φάρυγγι, ἐπιγλωττίδι καὶ ἀπαγγέλλουσα τὰς
4
ψυχικὰς διαθέσεις.