15
ρλαʹ.Τὸ κατὰ φύσιν μὲν ἐστιν ἡ ὑγίεια. τὸ δὲ παρὰ
16
φύσιν ἡ νόσος. τὸ φύσει δὲ οὔτε κατὰ φύσιν ἐστὶν οὔτε
17
ἤδη παρὰ φύσιν, οἷον ὁ λεπτὸς ἄγαν καὶ ξηρὸς ἢ ὁ παχὺς 19.385
1
ἤδη καὶ πιμελώδης ἢ ὁ γρυπὸς ἢ ὁ γλαυκὸς ἢ ὁ σιμὸς ἢ
2
ὁ ῥεβός· οὗτοι καὶ οὕτως ἔχοντες κατὰ φύσιν μὲν οὐ διάκεινται,
3
παραβεβήκασι μὲν γάρ τι οὗτοι τὸ σύμμετρον· οὐδὲ
4
μὴν παρὰ φύσιν ἔχουσιν, οὐ γὰρ ἐμποδίζονται εἰς τὰς ἐνεργείας.
5
τὸ δὲ οὐ φύσει τοιοῦτόν ἐστι τὸ μήτε παρὰ φύσιν
6
ἐστὶ μήτε κατὰ φύσιν μήτε φύσει ἐστί. ὥσπερ οἱ τὰς λευκὰς
7
ἔχοντες καὶ τὰς ἀκροχόρδωνας ἄλφους τε καὶ μύρμηκας
8
καὶ εἴ τι ὅμοιον. ταῦτα γὰρ οὔτε κατὰ φύσιν, ἔξω γάρ εἰσι
9
τοῦ κατὰ φύσιν, οὔτε μὴν παρὰ φύσιν, οὐδὲ γὰρ ἐμποδίζει
10
ταῖς κατὰ φύσιν ἐνεργείαις. οὔτε δὲ φύσει, οὐ γὰρ ἐξ ἀρχῆς
11
γέγονεν, οὐδ’ ἀπὸ τῆς πρώτης γενέσεως. λείπεται ἄρα
12
οὐ φύσει εἶναι. ἐγγίζει δὲ τῷ λόγῳ τῷ κατὰ φύσιν τὸ φύσει
13
καὶ τῷ παρὰ φύσιν τὸ οὐ φύσει.