Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.


8 σθʹ.Πλήρης ἐστὶ σφυγμὸς διάμεσος πρὸς τὴν ἁφὴν
9 ὑποπίπτων, ὥστε καὶ αὐτὸν μὲν τὸν χιτῶνα τῆς ἀρτηρίας
10 ἐπισημότερον δοκεῖν γεγονέναι· μάλιστα δὲ τὸ ἐντὸς αὐτῆς
11 μεστότερόν τε καὶ σωματωδέστερον καταλαμβάνεσθαι.


12 Κενὸς ἐστι σφυγμὸς καθ’ ὃν αὐτῆς τε τῆς ἀρτηρίας
13 περιοχὴ παντάπασιν ἰσχνὴ καὶ πομφολυγώδης ἐστὶν καὶ
14 τὸ ἔγχυμα ἀμαυρὸν καὶ ἐξίτηλον, ὥστε καὶ ἐάν τις πιέσῃ τοῖς
15 δακτύλοις κενεμβατήσεως ἀντίληψιν ὑποπίπτειν.


16 Μέσος ἐστὶ σφυγμὸς σύμμετρος μεταξὺ πλήρους τε
17 καὶ κενοῦ μέσος καὶ ὃς κατὰ φύσιν ἐστί.

19.405