Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.


16 ριʹ.Σφυγμός ἐστι διαστολὴ καὶ συστολὴ καρδίας καὶ
17 ἀρτηριῶν φυσική. μέρη δὲ τοῦ σφυγμοῦ εἰσι δύο, διαστολὴ
18 καὶ συστολή· οὕτως. σφυγμός ἐστι κίνησις κατὰ διαστολὴν 19.376
1 καὶ συστολὴν κυρδίας καὶ ἀρτηριῶν καὶ ἐγκεφάλου καὶ
2 μηνίγγων φυσικὴ καὶ ἀπροαίρετος. δυνατὸν καὶ οὕτως ὁρίσασθαι.
3 σφυγμός ἐστι κίνησις φυσικὴ καὶ ἀπροαίρετος τοῦ
4 ἐν καρδίᾳ καὶ ἀρτηρίαις θερμοῦ εἰς ἑαυτὸ καὶ ἀφ’ ἑαυτοῦ
5 συγκινοῦσα ὁμοίως τήν τε καρδίαν καὶ τὰς ἀρτηρίας. ἄλλως.
6 σφυγμός ἐστι κατὰ διαστολὴν καὶ συστολὴν πρὸς ἔμψυξιν
7 τοῦ ἐμφύτου θερμοῦ καὶ αὔξησιν τοῦ ζωτικοῦ τόνου
8 καὶ γέννησιν τοῦ ψυχικοῦ πνεύματος. ἄλλως. σφυγμός ἐστιν
9 ἄγγελος ἀψευδὴς τῶν ἐν βάθει κεκρυμμένων καὶ τῶν ἀφανῶν
10 προφήτης καὶ τῶν ἀδήλων ἔλεγχος ἐν ἁρμονικῇ κινήσει
11 καὶ μαντικῇ πληγῇ διάθεσιν ἀόρατον προαγορεύων.