16
λγʹ.Συνέστηκεν ἡμῶν τὰ σώματα ἐκ στερεῶν, ὑγρῶν
17
καὶ πνευμάτων. στερεὰ μὲν οὖν ἐστιν ὀστᾶ, χόνδροι, νεῦρα,
18
μύες, φλέβες, ἀρτηρίαι καὶ τὰ ἐν κατακαλήψει σπλάγχνα. 19.357
1
ὑγρὰ δὲ οἱ χυμοὶ καὶ τὰ περιττώματα. τὸ δὲ πνεῦμα τὸ
2
ἔμφυτόν ἐστι θερμὸν τὸ ἐν τῇ καρδίᾳ. ἄλλως. ἐκ πόσων
3
συνέστηκεν ἡμῶν τὰ σώματα; ἐκ δεκατεσσάρων. νεύρων,
4
φλεβῶν, ἀρτηριῶν, ὀστῶν, αἵματος, πνεύματος, σαρκὸς, πιμελῆς,
5
χόνδρων, ὀνύχων, μυελῶν, τριχῶν, χυμῶν καὶ ὑμένων.
6
ἄλλως. ἐκ τίνων συνέστηκεν ἡμῶν τὰ παθητικὰ σώματα;
7
ἐκ τεσσάρων. ἐξ αἵματος, φλέγματος, χολῆς ξανθῆς καὶ
8
μελαγχολικοῦ χυμοῦ· ἅτινα καὶ παθητικὰ στοιχεῖα καλοῦσί
9
τινες. ἄλλως. ἐκ τίνων συνέστηκεν ἡμῶν τὰ ὑλικὰ σώματα;
10
ἐκ τεσσάρων. πυρὸς, ἀέρος, γῆς καὶ ὕδατος· ἅτινα καὶ
11
ὑλικὰ στοιχεῖα καλοῦνται.