18
υμεʹ.Τινὲς μὲν εἶπον ζῶον, τινὲς δὲ οὔ· ὅσοι μὲν οὖν 19.452
1
εἶπον ζῶον ὑπάρχειν αὐτο τῇ κινήσει ἐτεκμήραντο ζῶον
2
ὑπάρχειν αὐτό. ἐπειδὴ γὰρ κινεῖται καὶ τὸ ἔμβρυον καὶ
3
ὅτι ἥδεται μὲν ἡδομένης τῆς μητρὸς καὶ εὐφραίνεται, ἄνιωμένης
4
δὲ συστέλλεται καὶ συνάγεται αἰσθανόμενον ὡς ζῶον·
5
ἡ γὰρ αἴσθησις οὐκ ἄλλῳ τινὶ ἢ ζώῳ προσφυής· οἱ δὲ μὴ
6
εἶναι ζῶον λέγοντες τρέφεσθαι μὲν αὐτὸ καὶ αὔξεσθαι ὥσπερ
7
καὶ τὰ δένδρα, ὁρμὴν δὲ καὶ ἀφορμὴν οὐκ ἔχειν ὥσπερ
8
τὰ ζῶα. οὐ γὰρ αὐτὸ προαιρέτως οὐ μόνον κινεῖται,
9
ἀλλ’ οὔτε μετὰ προαιρέσεως, ἀλλ’ ὡς τὰ δένδρα καὶ φυτά·
10
τοῖς μὲν γὰρ αἴτιος κινήσεως ἄνεμος, ἐμβρύοις δὲ ἡ περὶ
11
αὐτὰ ὑγρότης καὶ ὄλισθος καὶ τὸ σχῆμα τῆς μήτρας, πληρουμένη
12
γὰρ σφαιροποιεῖται, σχῆμα δὲ ἡ σφαῖρα εἰς πᾶσαν
13
κίνησιν εὐφυὴς ἅτε βάσεως ἁπάσης ἄμοιρος. Ἀσκληπιάδης
14
δὲ οὔτε ζῶον, οὔτε μὴ ζῶον εἶπεν τὸ ἔμβρυον, ἀλλ’ ὅμοιον
15
ἔφησεν αὐτὸ τοῖς κοιμωμένοις· ὅνπερ γὰρ τρόπον ἐκεῖνοι
16
μὲν ἔχουσιν τὰς αἰσθήσεις, οὐ χρῶνται δὲ αὐταῖς, οὑτωσὶ
17
καὶ τὸ κατὰ γαστρός.