Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.


8 σνδʹ.Συνάγχη ἐστὶ πάθος περὶ τράχηλον ὀξὺ, χαλεπὸν,
9 πνιγμῷ τὸν παθόντα ἐξάγων. οὕτως. συνάγχη ἐστὶ
10 φλεγμονὴ τοῖς μὲν ἔξωθεν τοῦ τραχήλου ὥστε ἐξογκοῦσθαι
11 τὰ μέρη, τοῖς δὲ ἔνδοθεν τῶν παρισθμίων ὥστε συμπάσχειν
12 καὶ τὰ ἀναπνευστικὰ ὄργανα καὶ δυσπνοεῖν.