16
οʹ. Τέσσαρές εἰσι διαφοραὶ τοῦ μελαγχολικοῦ
17
χυμοῦ· ὧν πρῶτός ἐστιν ὁ στοιχειώδης· καὶ ὁ ἐξ ὑπεροπλήσεως
18
τῆς ξανθῆς χολῆς γενόμενος, ὅντινα καὶ ἀσφαλτώδη
19
ὀνομάζομεν διὰ τὸ στίλβειν αὐτὸν ἀσφάλτου δίκην καὶ 19.365
1
ὁ ἐκ τοῦ ἀπογεωθέντος φλέγματος ἢ τοῦ σαπέντος καὶ ὁ ἐκ
2
τοῦ τρυγώδους αἵματος. χολῆς ξανθῆς διαφοραὶ ἕξ· χολὴ
3
ἡ στοιχειώδης καὶ ἡ λεκιθώδης καὶ ἰσατώδης καὶ πρασώδης
4
καὶ ἰώδης καὶ ἡ ὠχρὰ καὶ αἱ τοῦ φλέγματος διαφοραί.
5
τὸ μὲν ἐστι γλυκὺ, τὸ δὲ ἁλυκὸν, τὸ δὲ ἄποιον. καὶ κατὰ
6
τρεῖς τρόπους εἰσὶ τὰ ὑγρὰ ἐν τῇ γαστρὶ, ἢ μὲν γὰρ ἐπιπλέουσιν
7
ἢ ἀναπεμπόμενά εἰσιν ἢ ἐμπεπλασμένα.