6
υμʹ.Ἐζήτηται εἰ σπερμαίνει τὸ θῆλυ ὥσπερ τὸ ἄῤῥεν
7
σπερμαίνει· καὶ γὰρ τὸ θῆλυ τὴν αὐτὴν ὄρεξιν ἔχει καὶ
8
κοινωνεῖ τῶν αὐτῶν νοσημάτων· καὶ φανερῶς διὰ τῆς ἀνατομῆς
9
δείκνυται τοὺς σπερματικοὺς ἔχον πόρους καὶ τὸ μέγιστον
10
τοῦ σπερμαίνειν μαρτύριον αἱ ὁμοιότητες τῶν γενομένων
11
πρὸς τὰς τεκούσας· ὅτι δὲ συμβάλλεται μαρτυρεῖ
12
Ἱπποκράτης λέγων ἐν τῷ περὶ παίδων φύσεως. ἢν γονὴ
13
μείνῃ ἀπ’ ἀμφοῖν ἐν τῇσι μήτρῃσι τῆς γυναικὸς, πρότερον
14
μὲν μίσγεται ὁμοῦ ἅτε τῆς γυναικὸς οὐκ ἀτρεμεούσης,
15
ἀθροίζεται δὲ καὶ παχύνεται θερμαινόμενον, ἔπειτα πνεῦμα
16
ἴσχει.