αὐτὸ μὲν γὰρ τὸ ϲτερεὸν ἑκάϲτου ϲῶμα βραδυπόρον
τέ ἐϲτι καὶ ϲταλτικὸν τῆϲ γαϲτρόϲ, ἡ δ’ ὑγρότηϲ ἐρεθίζει
πρὸϲ ἔκκριϲιν. ἀκριβῆϲ δ’ ἀπόδειξιϲ ἐκ τῆϲ ἑψήϲεωϲ γίγνεται, τοῦ μὲν
ὕδατοϲ, ἐν ὑπὲρ ἂν ἕκαϲτον τούτων ἑψηθῇ, λαπάττοντοϲ τὴν γαϲτέρα, |
αὐτῶν δὲ τῶν ϲωμάτων ἐπεχόντων. καὶ κατὰ τοῦτο τινῶν μὲν ἀκούϲῃ 5.4.2.206
λεγόντων, ἐὰν πρότερον κράμβην φάγῃϲ τῶν ἄλλων ϲιτίων μὴ λίαν
ἑφθήν, εἴϲ τι ϲκεῦος ἔχον ἐλαίου καὶ γάρου μετακομίσαϲ ἀθρόωϲ ἐκ
τοῦ λέβητοϲ, ὑπαχθήϲεσθαι τὴν κοιλίαν, ἄλλων δέ τινων τὴν καλουμένην
δίϲεφθον κράμβην ϲκευαζόντων εἰϲ ἐπίϲχεϲιν γαϲτρόϲ.