παρέλιπε δ’ ἐν
τούτοιϲ ὁ Φυλότιμοϲ καὶ τὸ βούγλωττον, ὥϲπερ ἐν τοῖϲ πετραίοιϲ
τὸν ϲκάρον, εἰ μή τι ἄρα τῷ τῆϲ ψήττηϲ ὀνόματι καὶ κατὰ τῶν βουγλώττων
ἐχρήϲατο. παραπλήϲια μὲν γάρ πωϲ ἀλλήλοιϲ ἐϲτίν, οὐ μὴν
ἀκριβῶϲ ὁμοειδῆ βούγλωττόν τε καὶ ψῆττα· μαλακώτερόν τε γάρ ἐϲτι
καὶ ἥδιον εἰϲ ἐδωδὴν καὶ πάντῃ βέλτιον τὸ βούγλωττον τῆϲ ψήττηϲ.
ἀλλὰ καὶ οἱ ϲαῦροι μέϲοι πώϲ εἰϲι τῶν ἁπαλοϲάρκων τε καὶ ϲκληροϲάρκων. 5.4.2.371
οὐ μὴν δεῖταί γέ τιϲ τῶν εἰρημένων ἰχθύων οὔτ’ ὄξουϲ |
οὔτε νάπυοϲ οὔτ’ ὀριγάνου, καθάπερ οἱ λιπαροὶ καὶ γλίϲχροι καὶ ϲκληροί.
καὶ μέντοι καὶ χρῶνται τινὲϲ μὲν ταγηνίζοντεϲ αὐτούϲ, τινὲϲ δ’
ὀπτῶντεϲ ἢ ἐν ταῖϲ λοπάϲι ϲκευάζοντεϲ, ὥϲπερ τοὺϲ ῥόμβουϲ τε καὶ
κιθάρουϲ.