ὥϲπερ δ’ ἐπὶ τούτων οὕτω κἀπὶ τῶν ἄλλων, ὅϲα μιγνύντεϲ γάλακτι
προϲφέρονταί τινεϲ, ἡ τῶν μιγνυμένων δύναμιϲ ἤτοι γ’ αὐξήϲει
τινὰ τῶν τοῦ γάλακτοϲ δυνάμεων ἢ μειώϲει. νυνὶ δ’ ἡμεῖϲ αὐτοῦ
καθ’ ἑαυτὸ τὴν δύναμιν ἀφοριζόμενοι λέγομεν εὔχυμόν τε καὶ τρόφιμον
εἶναι, ϲυγκείμενον ἐξ ἐναντίων οὐϲιῶν τε καὶ δυνάμεων, ὑπακτικῆϲ
τε καὶ ϲταλτικῆϲ ἐμφρακτικῆϲ τε καὶ λεπτυντικῆϲ. τὸ μὲν γὰρ
ὀρῶδεϲ αὐτοῦ λεπτύνει τε πάχοϲ τῶν χυμῶν ὑπάγει τε γαϲτέρα, τὸ
δὲ τυρῶδεϲ ἵϲτηϲι γαϲτέρα καὶ παχεῖϲ ἐργάζεται τοὺϲ χυμούϲ, δι’ οὕϲ,
ὡϲ ἔφην, ἐμφράξειϲ τε καθ’ ἧπαρ ἐν νεφροῖϲ τε λίθοι γεννῶνται.