παμπόλληϲ δ’ οὔϲηϲ κατὰ μέροϲ ἐν αὐτοῖϲ διαφορᾶϲ κατά τε |
τὰϲ φύσειϲ τῶν ζῴων καὶ τοὺϲ τρόπουϲ τῆϲ ϲκευαϲίαϲ καὶ προϲέτι τὰϲ
ἡλικίαϲ αὐτῶν τῶν τυρῶν ἐγὼ πειράϲομαι κἀνταῦθα περιορίϲαι τὴν
δύναμιν αὐτῶν ὀλίγοιϲ ϲκοποῖϲ, οἷϲ προϲέχων τιϲ ἐκ τοῦ ῥᾴϲτου διαγνώϲεται
τὸν ἀμείνω τε καὶ χείρω. κατὰ γένοϲ μὲν οὖν οἱ ϲκοποὶ
διττοὶ τυγχάνουϲιν ὄντεϲ, ὁ μὲν ἕτεροϲ ἐν τῇ ποιᾷ ϲυϲτάϲει τῆϲ οὐϲίαϲ 5.4.2.355
τοῦ τυροῦ, καθ’ ἣν μαλακώτεροϲ ἢ ϲκληρότεροϲ γίγνεται καὶ πυκνότεροϲ
ἢ χαυνότεροϲ καὶ κολλωδέϲτεροϲ ἢ ψαθυρώτεροϲ, ὁ δ’ ἕτεροϲ
ἐν τῇ γεύϲει, καθ’ ἣν ἔν τιϲι μὲν αὐτῶν ὀξύτηϲ ἐπικρατεῖ, κατ’ ἄλλουϲ
δὲ δριμύτηϲ ἢ λιπαρότηϲ ἢ γλυκύτηϲ ἤ τινα τούτων ἢ οἷον ἰϲομοιρία
πάντων.