οὕτωϲ οὖν ἔνια τῶν ἐϲθιομένων ἔχει τινὰ μεμιγμένην ἐν ἑαυτοῖϲ
ὀλίγην δύναμιν ἤτοι καθαρτικὴν ἤ τι ποιεῖν ἄλλο πεφυκυῖαν. ἐφ’ ὧν |
οὐ χρὴ ταῖϲ τῶν χυμῶν δυνάμεϲιν ἀπιϲτεῖν ὡϲ οὐκ ἐργαζομέναιϲ ἃ
φύϲιν ἔχουϲιν ἐνεργεῖν. ἐν ὅτῳ γὰρ ἂν ᾖ ϲτύφουϲα ποιότηϲ, ὅϲον 5.4.2.215
ἐφ’ ἑαυτῇ, ϲυνάγει τε καὶ ϲφίγγει καὶ ψύχει τὰ πληϲιάζοντα ϲώματα.
δύναται δ’ ἐνίοτε ταὐτὸ ϲῶμα τινὰ μὲν θερμαίνοντα τῶν ἑαυτοῦ μορίων
ἔχειν, τινὰ δὲ ψύχοντα, καθάπερ ἐδείξαμεν ἐν τοῖϲ Περὶ τῆϲ τῶν
ἁπλῶν φαρμάκων δυνάμεωϲ, τῆϲ φύϲεωϲ οὕτωϲ αὐτὰ μιξάϲηϲ, ὡϲ καὶ
τῶν ἰατρῶν ἔνιοι μιγνύουϲιν ἐνίοτε τῶν ψυχόντων τινὶ πύρεθρον ἢ
πέπερι. ταῦτ’ οὖν, ὡϲ ἔφην, ἐν τοῖϲ Περὶ φαρμάκων ὑπομνήμαϲιν
ἐπὶ πλεῖϲτον ἐξειργαϲμένα χρηϲιμώτατα τοῖϲ νῦν διδαϲκομένοιϲ ἐϲτί.
καὶ γὰρ αἱ κατὰ μέροϲ ἑκάϲτου τῶν ἐϲθιομένων ϲκευαϲίαι τοῖϲ ταῦτα
προεγνωκόϲιν εὑρίϲκονται.