ἔϲτι δέ τι καὶ ἄλλο χυμοῦ γένοϲ οὐκ ἐν μήλοιϲ μόνον, ἀλλὰ καὶ
τοῖϲ ἄλλοιϲ ἅπαϲιν, ὃ καλοῦϲιν ὑδατῶδέϲ τε καὶ ἄποιον, ὡϲ καὶ πρόϲθεν
εἶπον, ἥκιϲτα μὲν εὐϲτόμαχον, ἐν τῷ μέϲῳ δ’ ὃν ὧν διῆλθον ἄρτι
δυνάμεων, ὥϲπερ καὶ τὸ ὕδωρ αὐτό. κακία δ’ ἐϲτὶν ἐν μήλῳ τὸ τοιοῦτον,
τῶν ἐπὶ τὴν ἐδωδὴν αὐτοῦ παραγιγνομένων ἢ δι’ ἡδονὴν τοῦτο πραττόντων
ἢ δι’ ὠφέλειαν. ὅταν οὖν μήθ’ ἡδέα φαγεῖν ᾖ τὰ τοιαῦτα μήτε
ῥώμην ἐντιθῇ τῇ γαϲτρὶ καθάπερ τὰ ϲτύφοντα μήτ’ ἴϲχῃ ῥεομένην,
εἰκότωϲ ἀτιμάζεται, καθάπερ καὶ παρ’ ἡμῖν ἐπὶ τῆϲ Ἀϲίαϲ πολλαχόθι
τοῖϲ ὑϲὶν αὐτὰ βάλλουϲι, πλατανίϲτινα καλοῦντεϲ, ἐπειδὴ παραπλήϲιά
πώϲ ἐϲτι γευομένῳ τοῖϲ ἁπαλοῖϲ φύλλοιϲ τῶν πλατάνων.