αὕτη ϲοι καὶ ἡ τοῦ Μνηϲιθέου ῥῆϲιϲ, ἄχρι μὲν τοῦ λόγου
πιθανή, τῇ πείρᾳ δὲ κρινομένη ψευδήϲ. αἱ γοῦν ῥαφανῖδεϲ τὴν ῥίζαν
ἔχουϲι πολὺ δριμυτέραν τοῦ τε καυλοῦ καὶ τῶν φύλλων, ὡϲαύτωϲ δὲ
καὶ τὸ κρόμυον ἀμπελόπραϲόν τε καὶ πράϲον καὶ ϲκόροδον. εἰ δὲ καὶ
τεύτλου καὶ μαλάχηϲ καὶ γογγυλίδοϲ ἐθέλοιϲ παραβάλλειν τὴν ῥίζαν
τοῖϲ φύλλοιϲ, ἰϲχυροτέραν εὑρήϲειϲ τὴν δύναμιν, ὥϲπερ γε καὶ τῆϲ
ἀλθαίαϲ, ἥπερ ἀγρία τιϲ εἰναι δοκεῖ μαλάχη. δηλοῖ γοῦν καὶ αὐτῆϲ ἡ
ῥίζα τὴν δύναμιν, ὥϲπερ καὶ ἡ τοῦ τεύτλου, διαφοροῦϲα πολλοὺϲ τῶν
φλεγμονωδῶν ὄγκων, οὐ μὴν τά γε φύλλα αὐτῶν ἱκανὰ δρᾶϲαι τοῦτο.