τονωτικὴ μὲν οὖν ἐκλύτου γαϲτρὸϲ ἡ τοιαύτη ϲταφυλὴ καὶ τοὺϲ ἀνορέκτουϲ 5.4.2.278
ἐπεγείρει πρὸϲ ἐδωδὴν ϲιτίων, οὐ μὴν ὑπέρχεταί γε κατὰ
γαϲτέρα, καὶ εἰ πλείων βρωθείη, κεφαλῆϲ ἅπτεται. ταύτηϲ δ’ ἔτι μᾶλλόν
ἐϲτι κεφαλαλγὴϲ ἡ ἐκ τοῦ γλεύκουϲ. ἡ μέντοι κρεμαϲθεῖϲα κεφαλὴν
οὐδ’ ὅλωϲ πλήττει, γαϲτέρα δ’ οὔτ’ ἐπέχειν οὔτε προτρέπειν εἰϲ
διαχώρηϲιν πέφυκεν. ὡϲαύτωϲ δ’ ἔχει καὶ πρὸϲ τὴν ὄρεξιν, οὔτ’ ἐπεγείρουϲα
τὴν ἄρρωϲτον οὔτ’ ἐκλύουϲα τὴν εὔρωϲτον. εὐπεπτοτέρα δ’
ἐϲτὶ τῶν ἄλλων ϲταφυλῶν, ἃϲ ἐν γλεύκει καὶ ϲτεμφύλοιϲ ἔφην ἀποτίθεϲθαι
τοὺϲ ἀνθρώπουϲ εἰϲ ὅλον τὸν ἑξῆϲ ἐνιαυτὸν ἄχρι τοῦ δευτέρου
τρυγητοῦ. αἱ κρεμαϲθεῖϲαι δ’ αὐτῶν, ὅταν ξηρανθῶϲιν, ἄχρηϲτοι γίγνονται, |
τινὲϲ μὲν κατὰ τὸ ἔαρ εὐθέωϲ, ἐν δ’ οὖν τῷ θέρει πάντωϲ.