τευτλοφακῆν γοῦν ἡμεῖϲ τε δίδομεν ἐνίοτε
καὶ πρὸ ἡμῶν ὁ Ταραντῖνοϲ Ἡρακλεἰδηϲ ἐδίδου πολλοῖϲ πολλάκιϲ
οὐ μόνον ὑγιαίνουϲιν ἀμέμπτωϲ, ἀλλὰ καὶ πάϲχουϲί τι. πρῶτον μὲν
οὖν ἐμβάλλομεν αὐτῇ πολλὰ τεῦτλα, δεύτερον δὲ κατὰ τὴν ἄρτυϲιν |
ἢ ἁλῶν βραχεῖ πλέον ἢ γάρου γλυκέοϲ· ὑπακτικωτέρα γὰρ οὕτωϲ. εἰ
γε μὴν πτίϲαϲ τὴν φακῆν ἑψήϲαϲ τε δίϲ, ὡϲ ἀποχέαι τὸ πρότερον
ὕδωρ, εἴτ’ ὀλίγον μὲν ἀλῶν ἢ γάρου μίξαιϲ, ἐπεμβάλοιϲ δέ τι βραχὺ
τῶν ἐφεκτικῶν γαϲτρὸϲ ἄχρι τοῦ μὴ λυπῆϲαι τὴν γεῦϲιν, ἥδιϲτόν τε
καὶ ὠφελιμώτατον ἐργάϲῃ φάρμακόν θ’ ἅμα καὶ ϲιτίον οὐκ ὀλίγοιϲ
τῶν διαρροίαιϲ χρονίαιϲ ἐνοχλουμένων. οὐκ ὀλίγοιϲ δ’ εἶπον, ἅπαϲι
φυλαξάμενοϲ εἰπεῖν, ὅτι κἀνταῦθα διοριϲμῶν ἐϲτι χρεία, καθ’ οὓϲ αἱ
διαθέϲειϲ εὑρεθήϲονται τῶν διαρροιζομένων χρονίωϲ.