Οὐρητικὸν μὲν ἔχουϲί τι καὶ αὐτοί, καθάπερ οἱ πέπονεϲ, ἀλλ’
ἧττον ἐκείνων, τῷ καὶ τὴν οὐϲίαν αὐτῶν ἧττον ὑγρὰν εἶναι. διὰ τοῦτό
γ’ οὐδὲ διαφθείρονται ῥᾳδίως ἐν τῇ γαϲτρὶ παραπληϲίωϲ τοῖϲ πέποϲι.
πέττουϲι δ’ αὐτοὺϲ ἔνιοι, καθάπερ καὶ ἄλλα τινὰ τῶν τοῖϲ πολλοῖϲ
ἀπεπτουμένων, οἰκειότητι τῆϲ πρὸϲ αὐτὰ φύϲεωϲ, ἣν ἔν τε τοῖϲ Περὶ 5.4.2.272
κράϲεων ὑπομνήμαϲι καὶ μᾶλλον ἔτι κατὰ τὰ Περὶ φαρμάκων ἐξηγούμεθα,
δεικνύντεϲ ὅλαιϲ τῶν οὐϲιῶν ταῖϲ ἰδιότηϲιν οἰκείαϲ εἶναι τροφὰϲ
ἑκάϲτῳ γένει ζῴων, ὄνοιϲ μὲν καὶ ἵπποιϲ ἄχυρα καὶ χόρτον καὶ κριθὰϲ
ὅϲα τ’ ἄλλα τοιαῦτα, λέοντι δὲ ϲάρκαϲ ζῴων ὠμάϲ, ἀνθρώπῳ δ’
ἑφθάϲ τε ταύταϲ καὶ ἄρτουϲ ἐκ τῶν ϲιτηρῶν ϲπερμάτων κατειργαϲμένουϲ,
ὥϲπερ εἴρηται. καὶ μὲν δὴ καὶ τὸν ἐλλέβορον οἱ ὄρτυγεϲ,
ὥϲπερ καὶ οἱ ψᾶρεϲ τὸ κώνειον, ἐϲθίοντεϲ οὐδὲν βλάπτονται, καθάπερ
οὐδὲ τοὺϲ ὀρόβουϲ οἱ βόεϲ.