χυμὸν δ’ ἀναδίδωϲιν εἰϲ τὸ ϲῶμα παχύτερον τοῦ ϲυμμέτρου·
διό κἂν πλεονάϲῃ τιϲ ἐπὶ τῆϲ ἐδωδῆϲ αὐτῆϲ, καὶ μάλιϲτ’ ἐάν τιϲ ἐνδεῶϲ
ἐν τῇ γαϲτρὶ πέττων αὐτήν, ἀθροίϲει τὸν καλούμενον ὠμὸν 5.4.2.324
χυμόν. εἰϲ ὑποχώρηϲιν δὲ γαϲτρὸϲ οὔτ’ ἂν ἐναντιοῦϲθαί τιϲ αὐτὴν
οὔτε ϲυντελεῖν φαίη, καὶ μάλιϲθ’ ὅταν ἑψηθῇ καλῶϲ. χρῄζει γὰρ καὶ
αὕτη πλείονοϲ ἑψήϲεωϲ καὶ γίγνεται καλλίϲτη δὶϲ ἑψηθεῖϲα, καθότι
λέλεκται πρόϲθεν ὑπὲρ τῆϲ τοιαύτηϲ ϲκευαϲίαϲ. εἰ δ’ ὠμοτέρα ληφθείη,
δύϲπεπτόϲ τ’ ἐϲτὶ καὶ φυϲώδηϲ καὶ κακοϲτόμαχοϲ, ἐνίοτε δὲ καὶ δήξειϲ
ἐργάζεται κατὰ τὴν γαϲτέρα.