τὰϲ μὲν οὖν εὐπέπτουϲ τε καὶ δυϲπέπτουϲ ἑκάϲτῳ τροφὰϲ ἤτοι
κατὰ τὴν ἰδιότητα τῆϲ οὐϲίαϲ ἢ κατά τι ϲύμπτωμα τῇ πείρᾳ κριτέον. |
ὁποῖον δέ τι λέγω τὸ κατά τι ϲύμπτωμα, διὰ τοῦ πρώτου βιβλίου δεδήλωται.
τοῖϲ γὰρ ἤτοι χολώδη χυμὸν ἢ ὅλωϲ περίττωμα μοχθηρὸν
ὁτιοῦν ἀθροίζουϲι πολλάκιϲ ἐν τῇ γαϲτρὶ διαφθείρεται ῥᾳδίωϲ ὅϲα τὴν
φύϲιν εὔπεπτον ἔχει, καθάπερ ἐνίοιϲ τῶν ἀνθρώπων, ὅϲοι τὸ ἔμφυτον
θερμὸν οὐχ ὑγρὸν οὐδ’ εὔκρατον, ἀλλ’ αὐχμῶδέϲ τε καὶ πυρῶδεϲ
ἔχουϲι. καὶ γὰρ καὶ τούτοιϲ διαφθείρεται ῥᾳδίωϲ ἀλλοιούμενα τὰ
μάλιϲτ’ ἐπὶ τῶν ἄλλων εὔπεπτα, καὶ γίγνεται τούτοιϲ ἡ ἐρυγὴ κνιϲώδηϲ
τοὐπίπαν.