διὸ καὶ κατ’ ἀρχὰϲ ἐδείκνυον ὠφελιμωτάτην εἶναι τὴν περὶ τῶν
ἐν ταῖϲ τροφαῖϲ δυνάμεων διδαϲκαλίαν, ὅταν ἐξηγῶνται τὴν καθ’ ὑγρότητα
καὶ ξηρότητα καὶ θερμότητα καὶ ψυχρότητα διαφορὰν ἔτι τε τὸ |
γλίϲχρον ἢ παχὺ τῆϲ οὐϲίαϲ αὐτῶν, καὶ πρὸϲ τούτοιϲ, εἴθ’ ὁμοιομερήϲ
ἐϲτιν εἴτ’ ἐξ ἐναντίων ταῖϲ κράϲεϲι ϲύγκειται, καθάπερ τὸ γάλα. πρὸϲ
δὲ τὴν τούτων διάγνωϲιν ἐκ τῆϲ ὀϲμῆϲ καὶ τῆϲ γεύϲεωϲ ἔτι τε τῶν
ἄλλων ϲυμπτωμάτων ἔφην ἡμᾶϲ ποδηγεῖϲθαι, περὶ ὧν ἐν ἀρχῇ τῆϲδε
τῆϲ πραγματείαϲ διῆλθον, ὥϲπερ καὶ νῦν ἐπὶ τοῦ γάλακτοϲ, ἐπιδεικνὺϲ
αὐτοῦ τὴν φύϲιν ἐξ ὧν ἴϲχει ϲυμπτωμάτων, ἤτοι θερμαινόμενον ἢ διὰ
πυτίαϲ πηγνύμενον ἢ ὁπωϲοῦν ἄλλωϲ διακρινομένων τῶν μορίων
αὐτοῦ.