εἶτ’ ἔδειξά τινα νεανίϲκον αὐτῷ πρὸ ἡμερῶν
ὀλίγων εἰληφότα μὲν ἕνεκα τοῦ καθαρθῆναι ϲκαμμωνίαϲ ὀπόν, ἤδη δ’
ὠρῶν γεγονυιῶν ἐπὶ τῇ προϲφορᾷ πέντε καὶ μηδεμιᾶϲ ἐκκρίϲεωϲ
ἠκολουθηκυίαϲ θλίβεϲθαι μὲν λέγοντα τὸν ϲτόμαχον, ἐπῆρθαι δὲ καὶ
βαρύνεϲθαι τὴν γαϲτέρα, καὶ διὰ ταῦτ’ ὠχριᾶν τε καὶ ἀπορεῖϲθαι καὶ |
μοι κοινώϲαϲθαι τὰ κατέχοντα ϲυμπτώματ’ αὐτόν. ὅπωϲ οὖν ἰαϲάμην
τὸν ἄνθρωπον, ἄκουϲον, ἔφην, αὐτοῦ τοῦ νεανίϲκου. καὶ δὴ καὶ παρέϲχον
αὐτῷ παρόντα τε καὶ διηγούμενον, ὡϲ ἐγὼ μὲν ἐκέλευϲα μήλου
ϲτύφοντοϲ ἢ ῥόαϲ ἢ ἀπίου βραχύ τι φαγεῖν, ὁ δ’ ἅμα τῷ καταπιεῖν
εὐθέωϲ ἀπηλλάγη τῶν ὀχληρῶν, ἐκκρινάϲηϲ ἀθρόωϲ αὐτῷ πάμπολλα
τῆϲ γαϲτρόϲ.