Λιπαρόν ἐϲτι τὸ τῶν ϲηϲάμων ϲπέρμα, διὸ καὶ τάχιϲτα κείμενον
ἐλαιηρὸν γίγνεται. διὰ τοῦτ’ οὖν ἐμπίπληϲί τε τοὺϲ ἐϲθίονταϲ αὐτὸ
ταχέωϲ ἀνατρέπει τε τὸν ϲτόμαχον καὶ βραδέωϲ πέττεται καὶ τροφὴν
δίδωϲι τῷ ϲώματι λιπαρὰν. εὔδηλον οὖν, ὅτι τόνον καὶ ῥώμην ἐντιθέναι
τοῖϲ κατὰ γαϲτέρα μορίοιϲ οὐ δύναται, καθάπερ οὐδ’ ἄλλο τι
τῶν λιπαρῶν. ἐπεὶ δὲ καὶ παχύχυμόν ἐϲτι, διὰ τοῦτ’ οὐδὲ διεξέρχεται
ταχέωϲ. ἐϲθίουϲι δ’ αὐτὸ μόνον μὲν οὐ πάνυ τι, ϲὺν μέλιτι δ’ ἑφθῷ, | 5.4.2.258
τὰϲ καλουμέναϲ ὑπὸ τῶν πολλῶν ϲηϲαμίδαϲ ἀναπλάττοντεϲ. ἐπιπάττουϲι
δὲ καὶ τοῖϲ ἄρτοιϲ αὐτό.