τῶν γὰρ ϲιτίων, ὡϲ ὀλίγον ἔμπροϲθεν ἔφην, ἔνια μὲν οὐδεμίαν
ἐπίϲημον ἐμφαίνει ποιότητα κατ’ ὀϲμὴν ἢ γεῦϲιν, ἃ δὴ καὶ ἄποια καὶ
ὑδατώδη προϲαγορεύουϲιν, ἔνια δὲ ϲτύψιν ἔχει ϲαφεϲτάτην ἢ γλυκύτητα
ϲύμφυτον ἢ δριμύτητα, καθάπερ γε καὶ ἁλμυρώτερά τινα φαίνεται καὶ
πικρότητοϲ ἔνια ϲαφῶϲ μετέχοντα. πρόδηλον οὖν, ὅτι τὰ τοιαῦτα τὴν
αὐτὴν ἔχει δύναμιν ἐκείνοιϲ τῶν φαρμάκων, οἷϲ ὠμοίωται κατὰ τὸν χυμόν | .
εἴρηται δ’ ἐν τοῖϲ περὶ τῶν φαρμάκων ἡ αἰτία, δι’ ἣν ἔνια τῶν ϲτυφόντων
οὐ τὰ αὐτὰ τοῖϲ ἄλλοιϲ ϲτύφουϲιν ἐργάζεται, καθάπερ ἀλόη τε καὶ
χαλκὸϲ κεκαυμένοϲ καὶ χάλκανθοϲ καὶ ἄνθοϲ χαλκοῦ καὶ λεπὶϲ καὶ χαλκῖτιϲ.