ἀρκεῖ τοιγαροῦν ἐπ’ ὀξυγάλακτοϲ εἰπεῖν, ὅτι ψυχρόν τ’ ἐcτὶ καὶ
παχύχυμον. ἕπεται γὰρ τούτοιϲ τὸ μὴ ῥᾳδίωϲ αὐτὸ πέττεϲθαι πρὸϲ
τῆϲ ϲυμμέτρωϲ ἐχούϲηϲ κράϲεωϲ· ἐπ’ ἐκείνην γὰρ ἀναφέρεϲθαι τὸν
λόγον ἠξίωϲα πολλάκιϲ ἤδη κατὰ πάϲαϲ τὰϲ ἐμὰϲ πραγματείαϲ, ὅταν
ἁπλῶϲ ἀποφαίνωμαί τι. καὶ μέντοι καὶ τὸν ὠμὸν ὀνομαζόμενον χυμόν,
οὖ τὴν φύϲιν ἔμπροϲθέν τε διῆλθον ἑτέρωθί τε κατὰ τὸν προηγούμενον
λόγον ἐξηγηϲάμην, εὔλογόν ἐϲτιν ἐκ τῶν τοιούτων ἐδεϲμάτων
πλεῖϲτον γεννᾶϲθαι. χρήϲιμον δ’ εἶναι τὸ ἔδεϲμα τοῦτο ταῖϲ πυρωδεϲτέραιϲ
κοιλίαιϲ οὐδὲν ἄλογον, ὥϲπερ γε καὶ ταῖϲ ψυχροτέραιϲ ἐναντιώτατον.