ἰδιώταϲ μὲν οὖν ἰατρικῆϲ τέχνηϲ ἀνθρώπουϲ οὐκ ἀπεικόϲ ἐϲτι
τοιαῦτα ϲφάλλεϲθαι· τοῖϲ δ’ ἰατροῖϲ οὐκ ἄν τιϲ ϲυγγνοίη παραλιποῦϲιν |
ἀδιόριϲτα πολλὰ τῶν χρηϲιμωτάτων θεωρημάτων. οὐ γὰρ ἁπλῶϲ
προϲήκει λέγειν αὐτούϲ, εὐπέπτουϲ μὲν εἶναι τοῖϲ πλείϲτοιϲ τοὺϲ πετραίουϲ
ἰχθύαϲ, εὑρίϲκεϲθαι δέ τιναϲ, οἱ τὰ βόεια κρέα ῥᾷον πέττουϲιν,
ἀλλ’ ἑκατέρουϲ διορίζεϲθαι, καθάπερ γε καὶ περὶ μέλιτοϲ οὐχ ἁπλῶϲ
εἰπεῖν, ἀλλὰ μετὰ τοῦ προϲθεῖναι, τίϲιν ἡλικίαιϲ τε καὶ φύϲεϲιν ὥραιϲ
τε καὶ χώραιϲ καὶ βίοιϲ ἐϲτὶν ὠφέλιμον ἢ βλαβερόν· οἷον ὅτι τοῖϲ μὲν
ξηροῖϲ καὶ θερμοῖϲ ἐναντιώτατον, ὠφελιμώτατον δὲ τοῖϲ ὑγροῖϲ τε καὶ
ψυχροῖϲ, εἴτε δι’ ἡλικίαν ἢ διὰ φύϲιν ἢ χώραν ἢ ὥραν ἢ ἐπιτηδεύματα
τοιοῦτοι τὴν κρᾶϲιν εἶεν.