ἅπαντεϲ δ’ οἱ φοίνικεϲ δύϲπεπτοί τ’ εἰϲὶ καὶ κεφαλαλγεῖϲ πλείονεϲ
βρωθέντεϲ. ἔνιοι δὲ καὶ δήξεώϲ τινοϲ αἴϲθηϲιν ἐμποιοῦϲι τῷ ϲτόματι
τῆϲ κοιλίαϲ, οἱ δὴ καὶ μᾶλλόν εἰϲι κεφαλαλγεῖϲ. εἴρηται δὲ πολλάκιϲ,
ὅτι τὸ ϲτόμα τῆϲ κοιλίαϲ ϲτόμαχον ὀνομάζουϲιν οἱ ἰατροί. ὁ δ’
ἀπ’ αὐτῶν ἀναδιδόμενοϲ εἰϲ τὸ ϲῶμα χυμὸϲ παχὺϲ μὲν πάντωϲ ἐϲτίν,
ἔχει δέ τι καὶ γλίϲχρον, ὅταν ὁ φοῖνιξ ᾐ λιπαρὸϲ ὥϲπερ ὁ καρυωτόϲ. 5.4.2.297
ὅταν δὲ τῷ τοιούτῳ χυμῷ γλυκύτηϲ μιχθῇ, τάχιϲτα μὲν ὑπ’ αὐτοῦ τὸ
ἧπαρ ἐμφράττεται, βλάπτεται δὲ καὶ φλεγμαῖνον καὶ ϲκιρούμενον ἐϲχάτωϲ
ὑπὸ τῆϲ ἐδωδῆϲ αὐτῶν. ἐφεξῆϲ δὲ τῷ ἣπατι καὶ ὁ ϲπλὴν ἐμφράττεται
καὶ βλάπτεται.