θαυμάσαι δ’ ἔστι τοῦ Μνησιθέου μὴ γγνώσκοντος, ὅπῃ διαφέρουσιν
ὄλυραι τιφῶν. ἔστι γὰρ ἑκάτερον ἐν Ἀσίᾳ πολύ, καὶ μάλιστα |
κατὰ τὴν ὑπερκειμένην Περγάμου χώραν, ὡς τοὺς ἀγροίκους ἀεὶ χρῆσθαι
τοῖς ἐξ αὐτῶν ἄρτοις διὰ τὸ τοὺς πυροὺς εἰς τὰς πόλεις κατακομίζεσθαι.
οἱ μὲν οὖν ὀλύρινοι κάλλιστοι μετά γε τοὺς πυρίνους
εἰσίν, ὅταν γ’ εὐγενεῖς ὦσιν αἱ ὄλυραι, δεύτεροι δ’ αὐτῶν εἰσιν οἱ
τίφινοι. μοχθηρῶν δ’ οὐσῶν τῶν ὀλυρῶν οὐδὲν ἐκείνων ἀπολείπονται,
βελτίστων δὲ τῶν τιφῶν οὐσῶν οἱ θερμοὶ τίφινοι πολὺ κρείττους εἰσὶ
τῶν ὀλυρίνων. ἑωλισθέντες δὲ χείρους αὐτῶν γίγνονται· ὁλκιμώτερον
γὰρ ἔχοντες τὸ σταῖς πυκνοῦνται πάνυ σφόδρα, καὶ μάλισθ’ ὅταν
ἀμελῶς σκευασθῶσιν. ὥστε μετὰ μίαν ἡμέραν ἢ δύο καὶ πολὺ μᾶλλον
ἐν ταῖς ἐφεξῆς ὁ φαγὼν τόν ἄρτον τοῦτον οἴεται πηλὸν ἐγκεῖσθαι τῇ
κοιλίᾳ.