Διοκλῆϲ μὲν οὖν οὕτωϲ ἔγραψεν ἐν τῷ πρώτῳ τῶν πρὸϲ Πλείϲταρκον
Ὑγιεινῶν, ἐν ᾧ διέρχεται καὶ τὰϲ τῶν ϲιτίων δυνάμειϲ· |
μετὰ δὲ τὰϲ κριθὰϲ καὶ τοὺϲ πυροὺϲ ἑπόμενα ταῖϲ ἀρεταῖϲ ἐϲτι μάλιϲτα
τῶν ἄλλων ὄλυραι, τίφαι, ζειαί, μέλινοϲ, κέγχροϲ.ἔν τιϲι δὲ
τῶν ἀντιγράφων οὐδ’ ὅλωϲ αἱ ζειαὶφέρονται, καὶ μέντοι καὶ τὸ
ταῖϲ ἀρεταῖϲἔν τιϲιν οὐχ οὕτωϲ, ἀλλὰ χρείαιϲγέγραπται κατὰ
τόνδε τὸν τρόπον· μετὰ δὲ τὰϲ κριθὰϲ καὶ τοὺϲ πυροὺϲ ἑπόμενα ταῖϲ
χρείαιϲ ἐϲτὶ μάλιϲτα τῶν ἄλλων ὄλυραι, τίφαι, μέλινοϲ, κέγχροϲ, ὡϲ
ἄλλου μέν τινοϲ ϲπέρματοϲ τῆϲ ὀλύραϲ οὔϲηϲ, ἄλλου δὲ τῆϲ τίφηϲ.