ὅτι μὲν οὖν οἱ ϲκληρόϲαρκοι δυϲκατεργαϲτότεροι τῶν μαλακοϲάρκων
εἰϲίν, ὀρθῶϲ εἶπεν ὁ Φυλότιμοϲ. ἥ τε γὰρ ἐν τῇ γαϲτρὶ
πέψιϲ ἥ τ’ ἐν ἥπατι καὶ φλεψὶν αἱμάτωϲιϲ ἥ τε καθ’ ἕκαϲτον τῶν
τρεφομένων μορίων ἐξομοίωϲιϲ ἐπὶ μὲν τοῖϲ μαλακωτέροιϲ ῥᾴων ἐϲτίν,
ἐπὶ δὲ τοῖϲ ϲκληροτέροιϲ χαλεπωτέρα. γίγνεται μὲν γὰρ ἀλλοιουμένων
αὐτῶν ταῦτα, ῥᾷον δ’ ἀλλοιοῦται τὰ μαλακώτερα, διότι καὶ πάϲχειν
ἑτοιμότερα· πάθοϲ δ’ ἐϲτὶ τῶν ἀλλοιουμένων ἡ ἀλλοίωϲιϲ. ὀρθῶϲ οὖν
εἶπεν αὐτοὺϲ εἶναι δυϲκατεργάϲτουϲ, ὀρθῶϲ δὲ καὶ παχέοϲ χυμοῦ
γεννητικούϲ· ἡ μὲν γὰρ ϲκληροτέρα τροφὴ παχυτέραν ἔχει τὴν οὐϲίαν,
ἡ δὲ μαλακωτέρα λεπτοτέραν.