ἐκ δὲ τοῦ παρακαταπηγνύναι κελεύειν ξύλα
μακρὰ καὶ μὴ γενομένου τούτου φάϲκειν ἐρυϲιβώδειϲ αὐτοὺϲ ἀποτελεῖϲθαι |
τεκμήραιτ’ ἄν τιϲ εἶναι τὸν λόγον αὐτῷ περὶ τῶν νῦν καλουμένων
φαϲηόλων τε καὶ λοβῶν· αὐτὸϲ δὲ λοβοὺϲ ὀνομάζει τὰ περιέχοντα 5.4.2.255
τὸ ϲπέρμα τῶν τοιούτων ὀϲπρίων, οἷόν ἐϲτι φακὸϲ καὶ ὄροβοϲ
καὶ πιϲὸϲ καὶ κύαμοϲ καὶ θέρμοϲ. ὥϲπερ γὰρ τὰ ϲιτηρὰ ϲπέρματα
περιέχουϲιν οἱ ϲτάχυεϲ, οὕτω καὶ τὰ νῦν εἰρημένα οἱ λοβοί, καὶ τούϲ
γε δολίχουϲ καὶ αὐτοὺϲ οἱ λοβοὶ περιέχουϲι. καὶ κατὰ τοῦτ’ οἶμαι τὸν
ὅλον καρπὸν ὑπὸ τῶν νῦν ἀνθρώπων ὀνομάζεϲθαι λοβούϲ, ὥϲπερ
ϲτάχυαϲ ὅλουϲ τοὺϲ ϲιτηροὺϲ καρπούϲ. ἴϲμεν δὲ καὶ ἄλλα πολλὰ τῶν
ἐν πολλῇ χρήϲει παρὰ τοῖϲ ἀνθρώποιϲ ὄντων ὅλου τοῦ γένουϲ τοὔνομα
ϲφετεριϲάμενα, καθάπερ τὸν κάλαμον, ᾧ γράφομεν, καὶ τὸ μέλαν.