ἔμπροϲθεν μὲν οὖν αἰτίαι διτταὶ κατὰ γένοϲ εἴρηνται τοῦ διαφόρωϲ
ἐπὶ τοῖϲ αὐτοῖϲ ϲιτίοιϲ τὰ κατὰ τὴν γαϲτέρα φαίνεϲθαι διοικούμενα·
νυνὶ δὲ καὶ τρίτη τιϲ εὕρηται πρόϲ τε τῇ φυϲικῇ διαθέϲει
καὶ τοῖϲ ὑγροῖϲ τε καὶ ϲτερεοῖϲ μέρεϲι τῶν ἐϲθιομένων· ἐϲθιόμενα γὰρ
ἢ ἐδεϲτὰ καλεῖν ἢ τροφὰϲ οὐ διοίϲει. καὶ γὰρ οὕτω καὶ τούτων οὐδὲν
ἧττον ὀνομάζουϲιν αὐτὰ ϲιτία τε καὶ βρώματα, καθότι καὶ Ἱπποκράτηϲ
ἐν Ἐπιδημίαιϲ ἔγραψεν ὡδί· Τὰ βρώματα καὶ τὰ πόματα πείρηϲ
δεῖται, εἰ ἐπὶ τὸ ἴϲον μένει.καὶ πάλιν ἑτέρωθι· Πόνοι, ϲιτία, ποτά,
ὕπνοι, ἀφροδίϲια, πάντα μέτρια.τῶν μὲν οὖν ὀνομάτων, ὡϲ ἀεὶ λέγομεν,
ἀμελεῖν χρὴ μὴ φροντίζονταϲ, ὅτῳ τιϲ ἂν αὐτῶν χρήϲαιτο,
ϲυνήθων γε ὄντων ἅπαϲι τοῖϲ Ἕλληϲι, τῆϲ δὲ τῶν πραγμάτων ἐπιϲτήμηϲ
ἀντιποιεῖϲθαι προϲήκει.