τὸ δ’ ἐπ’ ὀλίγον ἢ οὐδ’ ὅλωϲ ἑψηθὲν μελίκρατον ὑπέρχεϲθαι
φθάνει πρὸ τοῦ πεφθὲν ἀναδοθῆναί τε καὶ θρέψαι τὸ ϲῶμα. διαφορὰ
δ’ αὐτοῖϲ ἐϲτι κἀν τῷ φῦϲαν μέν τινα γεννᾶν ἐν τῇ κοιλίᾳ καὶ τοῖϲ
ἐντέροιϲ τὸ μὴ τελέωϲ ἑψηθέν, ἄφυϲον δὲ καὶ διουρητικὸν γίγνεϲθαι
τὸ κατὰ τὴν ἕψηϲιν ἀποθέμενον ἅπαντα τὸν ἀφρόν. εἰ δὲ χωρὶϲ ὕδατοϲ
μίξεωϲ ἐκλείχοι τιϲ τὸ μέλι μόνον, ἧττον μὲν τρέφει, μᾶλλον δ’
ὑπάγει τὰ κατὰ τὴν γαϲτέρα. πλέον δ’ εἴ τιϲ αὐτοῦ προϲενέγκοιτο,
τὴν ἄνω κοιλίαν εἴωθεν ἐπ’ ἔμετον ἐξορμᾶν. ἑψηθὲν δὲ χωρὶϲ ὕδατοϲ
οὔτ’ ἐμετικὸν ὁμοίωϲ ἐϲτὶν οὔθ’ ὑπακτικὸν τῶν κατὰ τὴν κοιλίαν, ἀλλ’
ἀναδίδοταί τε καὶ τρέφει μᾶλλον. οὖρα δ’ ἧττον κινεῖ τοῦτο τοῦ μεθ’
ὕδατοϲ ἑψηθέντοϲ.