ἕτερον δ’ ἐϲτὶ γένοϲ ἀϲπαράγων ἐπὶ τοῖϲ θαμνώδεϲι φυτοῖϲ
γιγνόμενον, ὀξυμυρϲίνῃ τε καὶ χαμαιδάφνῃ καὶ ὀξυακάνθῃ, καὶ τούτων
ἕτεροί τινεϲ, ὁ μὲν βαϲιλικόϲ, ὁ δ’ ἕλειοϲ ὀνομαζόμενοϲ, ὥϲπερ γε
καὶ ὁ τῆϲ βρυωνίαϲ ἕτεροϲ τῶνδε. πάντεϲ δ’ εἰϲὶν εὐϲτόμαχοί τε καὶ
διουρητικοὶ καὶ βραχὺ τὸ τρόφιμον ἔχοντεϲ. εἰ μέντοι πεφθεῖεν καλῶϲ
οἱ τοιοῦτοι, τροφιμώτεροι τῶν ἐπὶ τοῖϲ λαχάνοιϲ ἀϲπαράγων εἰϲίν, 5.4.2.321
ὅϲῳ καὶ ξηρότεροι. ὁμοιότηϲ δέ τίϲ ἐϲτι τοῖϲ τε τῶν θάμνων καὶ τοῖϲ
τῶν δένδρων βλαϲτήμαϲιν, οὐκ ἀκριβῆϲ ταυτότηϲ. ἔϲτι γὰρ ξυλωδέϲτερα |
τὰ τῶν δένδρων, διὸ καὶ ῥητέον ἐφεξῆϲ ὑπὲρ αὐτῶν ἰδίᾳ.