Χρῶνται μὲν αὐτῷ καὶ φρύγοντεϲ ἔνιοι, καθάπερ τοῖϲ ϲκευαϲτοῖϲ
ἁλϲίν, ὡϲ ὄψῳ μετὰ γάρου, χρῶνται δὲ καὶ μέλιτι φυρῶντεϲ. ἐπιπάττουϲι
δ’ ἔνιοι καὶ τοῖϲ ἄρτοιϲ αὐτό, κακοϲτόμαχόν τε καὶ δύϲπεπτον 5.4.2.259
ὑπάρχον καὶ τροφὴν ὀλίγην τῷ ϲώματι παρέχον. εἰϲ δὲ διαχώρηϲιν
γαϲτρὸϲ οὔτ’ ἂν ἐπαινέϲαιϲ οὔτε ψέξαιϲ αὐτό· μετέχει γε μὴν βραχύ
τι καὶ τῆϲ οὐρητικῆϲ δυνάμεωϲ, ὃ μᾶλλον γίγνεται. φανερόν, ἐπειδὰν
φρυχθὲν ἐϲθίηται· τηνικαῦτα δ’ ἵϲτηϲί πωϲ τὴν γαϲτέρα μᾶλλον.
χρῶνται δ’ οἱ κατὰ τοὺϲ ἀγροὺϲ ἄνθρωποι πολλάκιϲ αὐτῷ μετὰ τὸ
φρύξαι καὶ λειῶϲαι μέλι μιγνύντεϲ.