εἶτ’ ἐννοήϲαϲ ἕκαϲτον γένοϲ ἐνὶ βιβλίῳ περιληφθῆναι ἀδύνατον ὄν, οὐ
μέγα τὸ διάφορον ὑπέλαβον εἶναι, τῶν ὑπολειπομένων ἐδεϲμάτων ἐπὶ 5.4.2.265
τοῖϲ προειρημένοιϲ ἐν μὲν τῷ δευτέρῳ γράμματι τῷδε τὰϲ ἀπὸ τῶν
φυτῶν τροφὰϲ διελθεῖν, ἐν δὲ τῷ τρίτῳ τὰϲ ἀπὸ τῶν ζῷων. ἐξέϲται
γὰρ τῷ βουλομένῳ, προχειριζομένῳ τὸ βιβλίον, ἐν ᾧ γέγραπται τῶν
τροφῶν ἡ δύναμιϲ, αἷϲ μάλιϲτα χρῆϲθαι βούλεται, ποτὲ μὲν ἐπὶ τὸ
πρῶτον ἔρχεϲθαι, ποτὲ δ’ ἐπὶ τὸ δεύτερον ἢ τὸ τρίτον. ὅπωϲ οὖν ὁ |
περὶ τῶν φυτῶν λόγοϲ ἅπαϲ ἐν τοῖϲ δύο τοῖϲ πρώτοιϲ ᾗ τετελεϲμένοϲ,
ἐπὶ τὰ κατάλοιπα τῶν προειρημένων ἀφίξομαι, ἀρχὴν τῷ λόγῳ τήνδε
θέμενος.