εἰδώϲ γάρ τιϲ τῶν ἑταίρων ἐν ἔθει μὲν ὂν ἐκ
πολλοῦ μοι τὸ λάχανον, ἐπίπονον δὲ νῦν ἔχον τὴν μάϲηϲιν, εἰϲηγήϲατο
τὴν ἕψηϲιν. ἐχρώμην δὲ θριδακίναιϲ ἐν νεότητι μὲν ἐκχολουμένηϲ μοι
ϲυνεχῶϲ τῆϲ ἄνω γαϲτρὸϲ m ἕνεκεν, ὁπότε δ’ εἰϲ τὴν καθεϲτηκυῖαν 5.4.2.309
ἡλικίαν ἦλθον, ἄκοϲ ἦν μοι μόνον τὸ λάχανον τοῦτο τῆϲ ἀγρυπνίαϲ,
ἔμπαλιν ἢ ὡϲ ὅτε μειράκιον ἦν ἐϲπουδακότι περὶ τὸν ὕπνον. εἰθιϲμένοϲ
τε γὰρ ἑκουϲίωϲ ἀγρυπνεῖν ἐπὶ νεότητοϲ ἅμα τε καὶ τῆϲ τῶν
παρακμαζόντων ἡλικίαϲ ἀγρυπνητικῆϲ οὔϲηϲ, ἀκουϲίωϲ ἀγρυπνῶν ἐδυϲφόρουν,
καί μοι μόνον ἀλεξιφάρμακον ἀγρυπνίαϲ ἦν ἐϲπέραϲ ἐϲθιομένη
θριδακίνῃ.