ὁ μὲν οὖν τῆϲ κράμβηϲ, ὃν καὶ κῦμα καλοῦϲιν ἔνιοι, κατὰ ϲυναίρεϲιν 5.4.2.320
ἐμοὶ δοκεῖν τοῦ διὰ τῶν τριῶν ϲυλλαβῶν ὀνόματοϲ λεγομένου
τοῦ κύημα, τῆϲ κράμβηϲ αὐτῆϲ ἧττον ξηραίνει, καίτοι τῶν ἄλλων λαχάνων
ξηρότεροϲ τὴν κρᾶϲιν ὁ καυλὸϲ τῶν φύλλων ἐϲτὶν ὡϲ τὸ πολὺ,
καὶ μάλιϲθ’ ὅταν ἐγγὺϲ ᾖ τοῦ τὸν καρπὸν ἀποχεῖν. λέγω δ’ ἄλλα λάχανα
τὰ τοιαῦτ’ εἶναι, θριδακίνην ἀτράφαξυν βλίτον τεῦτλον μαλάχην.
ἔμπαλιν δὲ ῥαφανῖδόϲ τε καὶ γογγυλίδοϲ καὶ νάπυοϲ καὶ καρδάμου
καὶ πυρέθρου καὶ πάντων ϲχεδόν, ὅϲα δριμέα καὶ θερμά,
τὸν ἀϲπάραγον ὑγρότερον εἶναι ϲυμβέβηκε.