ἄμεινον οὖν ἐϲτὶν ἀποϲτάντα τῆϲ τοιαύτηϲ ἱϲτορίαϲ οὐ μόνον τῶν
ὀνομάτων, ἀλλὰ καὶ τῶν ϲπερμάτων, ἕνα τινὰ κοινὸν λόγον ὑπὲρ
ἁπάντων διελθεῖν. ὅϲα μὲν γὰρ ἐν ὄγκῳ βραχεῖ πλείϲτην οὐϲίαν ἔχει,
καὶ ταύτην παχεῖάν τε καὶ γλίϲχραν, εὐχυμότερά τε καὶ τροφιμώτερα |
πάντ’ ἐϲτίν, οὐ μὴν ὑποχωρεῖται κάτω ῥαδίωϲ. ὅϲα δ’ ἔμπαλιν τοῖϲδε
χαύνην μὲν ἔχει καὶ μαλακὴν οὐϲίαν, τὰ μόρια δ’ αὐτῶν πιτυρώδη,
διαχωρεῖται μὲν ἄμεινον, ἧττον δὲ τρέφει. τούτων δ’ αὐτῶν ὅϲα
δυϲώδη τ’ ἐϲτὶ καὶ ἀηδίαν τιν’ ἔχοντα κατὰ τὴν γεῦϲιν, εὔδηλον, ὡϲ 5.4.2.241
κακόχυμά τε καὶ δύϲπεπτα πάντ’ ἐϲτί.