ἔϲτι δὲ κεφαλαλγὲϲ μὲν ἑκάτερον αὐτῶν πινόμενον, εἰ μή τιϲ
ὑδαρέϲτερον αὐτὸ πίνοι, μᾶλλον μέντοι τὸ πρότερον ἅπτεται τῆϲ κεφαλῆϲ.
ἀγαθὸν δ’ ὑπάρχει τῷ τοιούτῳ πόματι τὸ ταχέωϲ οὐρεῖϲθαι, διαφορᾶϲ
οὐκ ὀλίγηϲ ἐν αὐτῷ γιγνομένηϲ παρὰ τὸ τῶν ϲταφυλῶν εἶδοϲ, ἐξ |
ὦν ἐϲτι τὰ βρύτια. γλυκειῶν μὲν γὰρ αὐτῶν οὐϲῶν ἥδιόν τε πολλῷ
γίγνεται τὸ πόμα καὶ θᾶττον οὐρεῖται, ϲτρυφνῶν δὲ καὶ ὀξειῶν ἀηδέϲτερόν
τε μακρῷ καὶ ἧττον οὐρητικόν. ἰϲχυρότερον δὲ τὸ ἀποβρέγμα
τοῦτο γίγνεται καὶ μᾶλλον οἰνῶδεϲ, ὅταν εἰϲ τὸ ἔαρ ἢ καὶ τὸ θέροϲ
ἡ τρὺξ φυλαχθῇ· κατὰ δὲ τὸν χειμῶνα χρωμένων, ὥϲπερ ἧτον ἅπτεται
κεφαλῆϲ, οὕτω καὶ ἧττον οὐρεῖται.