ἐφεξῆϲ δὲ μοχθηρὸν μέν, ἧττον δὲ τούτου χρὴ νομίζειν τὸν μήτε
παλαιὸν μήτε δριμύν, τὸν δὲ νέον ἁπάντων τυρῶν εἶναι κάλλιϲτον,
ὁποῖοϲ παρ’ ἡμῖν ἐν Περγάμῳ καὶ κατὰ τὴν ὑπερκειμένην αὐτῆϲ Μυϲίαν
γίγνεται καλούμενοϲ ὑπὸ τῶν ἐγχωρίων ὀξυγαλάκτινοϲ, ἥδιϲτοϲ
μὲν εἰϲ ἐδωδὴν ἀβλαβὴϲ δὲ ϲτομάχῳ καὶ πάντων τῶν ἄλλων τυρῶν
ἧττον δύϲπεπτοϲ καὶ δυϲδιέξοδοϲ. οὐ μὴν οὐδὲ κακόχυμόϲ ἐϲτιν οὐδὲ
πάνυ ϲφόδρα παχύχυμοϲ, ὅπερ ἁπάντων τυρῶν ἐϲτι κοινὸν ἔγκλημα.
κάλλιϲτοϲ δ’ ἐϲτὶ καὶ ὁ παρὰ τοῖϲ πλουϲίοιϲ εὐδοκιμῶν ἐν Ῥώμῃ,
Βαθυϲικὸϲ τοὔνομα, καί τινεϲ ἄλλοι κατ’ ἄλλα χωρία.