αἰτίαν δ’ οἱ μὲν οἰόμενοι δεῖν ἐφ’ ἑκάϲτου λέγειν, δι’ ἣν
τρόφιμον ἢ διαχωρητικὸν ἢ οὐρητικὸν ἢ ἄλλο τι τῶν τοιούτων ἕκαϲτόν
ἐϲτιν, ἀγνοεῖν ἐοίκαϲι πρῶτον μέν, ὅτι πρὸϲ τὰϲ χρήϲειϲ οὐ πολλάκιϲ
τὸ τοιοῦτον ἀναγκαῖόν ἐϲτιν, ἔπειθ’ ὅτι πολλὰ τῶν ὄντων τρόπον
τινὰ ἀρχαῖϲ τιϲιν ἔοικε κατὰ φύϲιν, ὥϲτε μὴ παραδέχεϲθαι τὸν
ὑπέρ αἰτίου λόγον· πρὸϲ δὲ τούτοιϲ διαμαρτάνουϲιν ἐνίοτε, ὅταν ἀγνοούμενα
καὶ μὴ ὁμολογούμενα καὶ ἀπίθανα λαμβάνοντεϲ ἱκανῶϲ οἴωνται
λέγειν τὴν αἰτίαν. τοῖϲ μὲν οὖν οὕτωϲ αἰτιολογοῦϲι καὶ, τοῖϲ πάντων
οἰομένοιϲ δεῖν λέγειν αἰτίαν οὐ δεῖ προϲέχειν, πιϲτεύειν δὲ μᾶλλον
τοῖϲ ἐκ τῆϲ πείραϲ ἐκ πολλοῦ χρόνου κατανενοημένοιϲ· αἰτίαν δὲ τῶν
ἐνδεχομένων δεῖ ζητεῖν, ὅταν μέλλῃ παρ’ αὐτὸ τοῦτο γνωριμώτερον
ἢ πιϲτότερον γίγνεϲθαι τὸ λεγόμενον.