ἴϲθι τοίνυν, ἔφην τῷ ῥήτορι, καὶ ϲοὶ τοῦτο ϲυμβαῖνον,
ὅταν ἐπιφάγῃϲ τὰ ϲτύφοντα, διὰ τὴν ἀτονίαν τῆϲ γαϲτρὸϲ ὅληϲ καὶ
τοῦ ϲτομάχου. ὁ δέ, καὶ μάλ’, ἔφη, καὶ τοῦτ’ ἀληθὲϲ εἶπαϲ. ἔϲτι τε
γάρ μοι φύϲει τοιοῦτοϲ ὁ ϲτόμαχοϲ ἀνατρέπεταί τε ῥᾳδίωϲ ἐπὶ τοῖϲ
ϲτύφουϲιν, ἐγὼ δὲ τότε μᾶλλον προϲφέρομαι τῶν αὐϲτηρῶν τι μετὰ
τὴν τροφήν, ὅταν αἴϲθωμαί ποθ’ ὕπτιον ἱκανῶϲ αὐτὸν γεγονότα καὶ 5.4.2.293
ἤδη πληϲίον ἥκοντα ναυτίαϲ. αὕτη ϲοι ἡ κατὰ τὸν ῥήτορα διήγηϲιϲ
αὐτάρκηϲ εἰϲ γνῶϲιν ἔϲτω τοῦ λαπάττεϲθαι τὴν γαϲτέρα τοῖϲ ἄτονον
ἔχουϲι τὸν ϲτόμαχον, ὅταν ἐπιφάγωϲί τι τῶν ϲτυφόντων. |