τινὲϲ δ’ ἐκ τῶν εἰρημένων ἰχθύων, ἐπειδὰν ταγηνιϲθῶϲιν ἁπλοῖϲ
ἁλϲὶ περιπαϲθέντεϲ ἥδιϲτοί τε ἅμα βρωθῆναι καὶ πεφθῆναι γίγνονται
βελτίουϲ εὐϲτομαχώτεροί τε πάϲηϲ ἄλληϲ ϲκευαϲίαϲ. ἁπάντων δὲ τῶν
εἰρημένων ἰχθύων ἡ τροφὴ καλλίϲτη τοῖϲ τε μὴ γυμναζομένοιϲ ἐϲτὶ
καὶ ἀργοῦϲι καὶ ἀϲθενέϲι καὶ τοῖϲ ἐκνοϲηλευομένοιϲ· οἱ γυμναζόμενοι
δὲ τροφιμωτέρων ἐδεϲμάτων δέονται, περὶ ὧν ἔμπροϲθεν εἴρηται.
λέλεκται δ’ ἤδη πολλάκιϲ ἡ μαλακὴ καὶ ψαθυρὰ τροφὴ πρὸϲ ὑγίειαν 5.4.2.372
ὑπάρχειν ἀρίϲτη, διότι καὶ εὐχυμοτάτη παϲῶν ἐϲτιν· οὐδὲν δ’ εὐχυμίαϲ
εἰϲ ὑγίειαν ἀϲφαλῆ μεῖζον ἐφόδιον.